V B 382

V B 382 STOB. II 31, 87:
Διογένης ἔλεγε τὴν τῶν παίδων ἀγωγὴν ἐοικέναι τοῖς τῶν κεραμέων πλάσμασιν˙ ὡς γὰρ ἐκεῖνοι ἁπαλὸν μὲν τὸν πηλὸν ὄντα ὅπως θέλουσι σχηματίζουσι καὶ ῥυθμίζουσιν, ὀπτηθέντα δὲ οὐκέτι δύνανται πλάσσειν, οὕτω καὶ τοὺς ἐν νεότητι μὴ διὰ πόνων παιδαγωγηθέντας, τελείους γενομένους ἀμεταπλάστους γίνεσθαι. [= EXCERPTA E MS. FLOR. IOANN. DAMASC. II 13, 87].