[5] Ἐρωτηθεὶς τί μακαριώτερον ἐν ἀνθρώποις, ἔφη, "εὐτυχοῦντα ἀποθανεῖν." γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, "ἔδει γάρ," ἔφη, "ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν." ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότ' ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, "ἀγωνιῶ μή τι κακὸν εἴργασμαι." [5] Ἐρωτηθεὶς τί μακαριώτερον ἐν ἀνθρώποις, ἔφη, "τὸ εὐτυχοῦντα ἀποθανεῖν." γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, "ἔδει γάρ," ἔφη, "ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν." ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότ' ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, "ἀγωνιῶ μή τι κακὸν εἴργασμαι." [5] Ἐρωτηθεὶς τί μακαριώτερον ἐν ἀνθρώποις, ἔφη˙ "Εὐτυχοῦντα [37715] ἀποθανεῖν." Γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, " Ἔδει γάρ," ἔφη, "ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χάρταις καταγράφειν." [3781] Ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. Τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν ζῆν εὐσεβῶς καὶ δικαίως. Τότ' ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ [3785] δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. Ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη˙ " Ἀγωνιῶ μή τι κακὸν εἴργασμαι."