V B 388

V B 388HERMOG.progymn. 3, 19 p. 6,7-14:
τῶν δὲ χρειῶν αἳ μέν εἰσι λογικαί, αἳ δὲ πρακτικαί, αἳ δὲ μικταί˙ [. . . .] πρακτικαὶ δέ, ἐν αἷς πρᾶξις μόνον, οἷον Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησε. μικταὶ δὲ αἳ μῖξιν ἔχουσαι λόγου καὶ πράξεως, οἷον "Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησε λέγων˙ τί γὰρ τοιαῦτα ἐπαίδευες;" [= APHTHON. progymn. 3 p. 4, 9-11] cf.
LIBAN. declam. I 2, 1-22:
(Διογένης μειράκιον ἰδὼν ἀτακτοῦν τὸν παιδαγωγὸν ἔπαισεν ἐπειπών˙ τί γὰρ τοιαῦτα παιδεύεις;) (1) ἅπασα μέν μοι φιλοσοφία τίμιον καὶ δαιμόνιον καί μοι δοκοῦσιν οἱ τοὺς ἐν αὐτῇ ζῶντας μὴ θαυμάζοντες ἴσως ἂν πάντων τῶν θεῶν ὀλιγωρῆσαι, χρὴ δὲ τοσοῦτον αὐτοὺς ὑπολαμβάνειν τῶν λοιπῶν διαφέρειν ὅσονπερ ἐκείνους τῶν θηρίων˙ τῶν δ' αὖ τοῦτον ᾑρημένων τὸν βίον εἰκότως ἄν μοι δοκῶ Διογένη τε [14] διαφερόντως ἀγασθῆναι καὶ τὴν ὁδὸν ἣν οὗτος ἦλθε. (2) τὸ μὲν γὰρ οὐρανοῦ τε καὶ γῆς μέτρα ἡλίου τε καὶ σελήνης διερευνήσασθαι δρόμους ἄλλοις ἀφῆκεν, αὐτὸς δὲ μετῆλθεν ἀρετὴν ἣ μάλιστα τοὺς ζῶντας [17] ὀνήσειν ἔμελλε. πλούτου κατεφρόνει, τῶν ἡδονῶν ἐκράτει, τὸ σῶμα παρεῖχε τοῖς πόνοις, τὴν τῶν δυνατῶν εὐδαιμονίαν δυστυχίαν ἐνόμιζε. πάντας δὲ ἀνθρώπους οἰκείους ἡγούμενος ἐπεμελεῖτο πάντων καὶ συλλήβδην [20] εἰπεῖν Ἡρακλέους ἑαυτὸν ζηλωτὴν κατέστησεν αὐτῇ βακτηρίᾳ περιιὼν [21] ἐπὶ τῷ βελτίους ποιεῖν οἷς ἐντυγχάνοι. (3) οἷον δ' αὖ κἀκεῖνο διεπράξατο. παιδὶ μὲν γὰρ ὁ παιδαγωγὸς παρῆν, τὸν δὲ προσήκοντα κόσμον ὁ παῖς οὐκ ἐφύλαττε, Διογένει δὲ τὸ πραττόμενον ἐπανορθώματος ἐδόκει δεῖσθαι. τί οὖν ποιεῖ; τὸν νέον ὑπερβὰς ἐπὶ τὸν ἐφεστηκότα φέρεται καὶ παίει κατὰ τοῦ νώτου πολλὰς καὶ προστίθησι ταῖς πληγαῖς τὸν λόγον, ὡς οὐκ ἄρα χρὴ τοιοῦτον εἶναι παιδευτήν. (4) πρῶτον μὲν οὖν ἀμφοτέρων εἵνεκα τὸν ἄνδρα ἐπαινῶ, τοῦ τε μὴ κατοκνῆσαι ταῖς χερσὶ χρήσασθαι πρὸς τὸ σωφρονίσαι καὶ τοῦ τὴν αἰτίαν εἰπεῖν δι' ἣν τοῦτο ἐποίησε. τούς τε γὰρ σφόδρα ἀδικοῦντας ἔργῳ παιδεύειν ἠξίου τό τε μὴ σιωπῆσαι καὶ τὸ πόθεν ἐπὶ τὰς πληγὰς παρωρμήθη δηλοῦντος ἦν τῷ πεπονθότι τοῦ χάριν ταῦτ' ἐπεπόνθει. εἰ γὰρ πλήξας ἀπιὼν ᾤχετο σιωπῇ, οὐδὲν ἂν ἐκώλυσε τὸν μὲν παιδαγωγὸν ἀγνοῆσαι πλημμελήσαντα, τῇ δὲ ἀγνοίᾳ μηδὲν βελτίω γενέσθαι. [. . . . .] (10) τί οὖν φημι; μᾶλλον δέ, τί Διογένης φησίν; ἂν πίνειν πέρα τοῦ μετρίου βούληται, μηδαμῶς, ὦ τάν, ἐπίτρεπε. καὶ τὸν ὕπνον δὲ τὸν ἔξω τοῦ προσήκοντος διάκοπτε. καὶ πρὸς ἀργίαν ἐκφερόμενον ἀνέγειρε καὶ παρατήρει βλέμμα καὶ σχῆμα καὶ φωνὴν μὴ παρὰ μέλος συμβῇ. καὶ τὰ μὲν πρῶτα πειρῶ νουθετεῖν, εἰ δ' ἀντιτείνει, κόλαζε καὶ πικρὸς ὑπὲρ σωφροσύνης φαίνου μᾶλλον ἢ τῇ φιλανθρωπίᾳ ζημίου. πάρεστιν ἱμάς. ξαῖνε κατὰ τοῦ νώτου πολλάς. φοβείσθω τὴν σὴν βακτηρίαν. εἰ δὲ οὐκ ἐκεῖνος τὴν σήν, σὺ τὴν ἐμήν. τούτους ἡγεῖσθαι χρὴ Διογένους τοὺς λόγους. ἐν γὰρ τῷ τί γὰρ τοιαῦτα παιδεύεις; εἰπεῖν ταῦτα πάντα περιείληφεν. (11) ἔτι τοίνυν ὡδὶ σκεψώμεθα. πότερον οὖν παρῆν τῷ παιδὶ διαπαντὸς ἢ οὔ; εἰ μὲν γὰρ ἀπεστάτει, προδότης ἦν τοῦ νέου σαφής˙ εἰ δὲ συνέζευκτο, πότερον ἠρέσκετο τοῖς πλημμελήμασιν ἢ οὔ; εἰ μὲν γὰρ βουλομένου ταῦτα ἦν ἁμαρτάνεσθαι, τίς τοῦ τοιούτου πονηρότερος; εἰ δὲ οὐ βουλομένου, τί παθὼν οὐκ ἐκώλυεν; οὐ γὰρ δὴ χεῖρας ἔμελλεν ὁ νέος ἀνταίρειν. τὸ γὰρ πείθεσθαι καὶ μὴ ἀντιβλέπειν ἀναγκαῖον ὂν ἠπίστατο. (12) εἰ δὲ ἃ τὸν παιδαγωγὸν ὁ Διογένης, ταῦτα τὸν νέον ἐτύγχανε δράσας, οὐκ ἂν ἐκεῖνον εἰπεῖν νομίζομεν; ὦ σοφώτατε Διόγενες, ἐμοὶ γὰρ ὑπείληπται καλὸν ὃ δίδωσι πράττειν ὁ κύριος. καὶ νῦν σὺ μὲν ταύτην ἀταξίαν, ἐγὼ δὲ παιδείαν ἡγοῦμαι. σημεῖον δὲ τὸ μηδὲ τὸν παιδαγωγὸν ἀποτρέπειν ποιοῦμαι. εἰ ταῦτα ἤκουσεν, ἆρ' οὐχ ὡμολόγησεν ἂν ἀκρισίᾳ περὶ τὰς πληγὰς κεχρῆσθαι; πάνυ γε. διόπερ οὐδὲν τοιοῦτον οὔτε ἔπραξεν οὔτε ἤκουσεν. [. . . . .] (22) οὐκοῦν Διογένης μὲν ὀρθῶς οἶδεν ὅτῳ προσήκουσιν αἱ πληγαί, δεῖ δὲ τοὺς εὖ φρονοῦντας ἐκεῖνον ἐπαινεῖν καὶ τοῖς ἔργοις μιμεῖσθαι.
THEON. progymn. 5 p. 97, 11-22:
τῆς δὲ χρείας τὰ ἀνωτάτω γένη τρία˙ αἱ μὲν γάρ εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ μικταί. λογικαὶ μέν εἰσιν αἱ χωρὶς πράξεως διὰ λόγων [65] ἔχουσαι τὸ κῦρος, οἷον Διογένης ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, πῶς ἂν [66] ἔνδοξος γένοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων˙ τῶν δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν˙ τοῦ δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι [68] καθ' ἑκούσιον ἀπόφασιν [. . .] αἱ δὲ κατὰ περίστασιν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον εἶπεν οὗτός ἐστι [70] ῥύπος περιηργυρωμένος˙ οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ' ἐξ ὧν εἶδεν. [. . .] p. 98, 12-99, 22: ἀποκριτικαὶ δέ εἰσιν αἱ μήτε κατ' ἐρώτησιν, μήτε κατὰ πύσμα, λόγον δέ τινα ἔχουσαι, πρὸς ὅν ἐστιν ἡ [73] ἀπόκρισις, οἷον Πλάτων ποτὲ Διογένους ἀριστῶντος ἐν ἀγορᾷ καὶ καλοῦντος αὐτὸν ἐπὶ τὸ ἄριστον, ὦ Διόγενες, εἶπεν, ὡς χάριεν ἂν ἦν σου τὸ [75] ἄπλαστον, εἰ μὴ πλαστὸν ἦν˙ οὔτε γὰρ Διογένης περί τινος ἠρώτα τὸν Πλάτωνα, οὔτε ὁ Πλάτων πυνθάνεται αὐτοῦ, ἀλλ' ἁπλῶς πρὸς τὸ ἄριστον καλεῖ αὐτόν, ὅπερ ἐστὶ τῶν οὐδετέρων. ἔστι δὲ παρὰ ταῦτα καὶ ἄλλο εἶδος, ἐμπῖπτον εἰς τὰς λογικὰς καλούμενον διπλοῦν, διπλῆ [79] δέ ἐστι χρεία ἡ δύο προσώπων ἀποφάσεις ἔχουσα, ὧν καὶ ἡ ἑτέρα μεθ' ἑνὸς προσώπου χρείαν ποιεῖ, οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐπιστὰς Διογένει κοιμωμένῳ εἶπεν, [HOM. Il. Β 24]
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.
καὶ ὁ Διογένης ἀπεκρίνατο, [HOM. Il. Β 25]
[83] ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.
ἦν γὰρ καὶ οὕτω χρεία μὴ προστιθεμένης τῆς ἀποκρίσεως. πρακτικαὶ δέ εἰσιν αἱ χωρὶς λόγου ἐμφαίνουσαί τινα νοῦν, τῶν δὲ πρακτικῶν αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μὲν ὅσαι δηλοῦσί τινα ἐνέργειαν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν ὀψοφάγον παῖδα τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ ἔπαισε. [. . . . .] p. 99, 11-29: τὰ μὲν οὖν εἴδη τῶν χρειῶν ταῦτά ἐστι˙ προφέρονται δὲ αἱ μὲν γνωμολογικῶς, αἱ δὲ ἀποδεικτικῶς, αἱ δὲ κατὰ χαριεντισμόν, αἱ δὲ κατὰ συλλογισμόν, αἱ δὲ κατὰ ἐνθύμημα, αἱ δὲ κατὰ παράδειγμα, αἱ δὲ κατ' εὐχήν, αἱ δὲ συμβολικῶς, αἱ δὲ τροπικῶς, αἱ δὲ κατὰ ἀμφιβολίαν, αἱ δὲ κατὰ μετάληψιν, αἱ δὲ συνεζευγμένως ἐξ οἵων δήποτε τῶν προειρημένων τρόπων συγκείμεναι [. . .] συλλογιστικῶς δὲ οἷον Διογένης ὁ φιλόσοφος ἰδὼν μειράκιον περισσῶς καλλωπιζόμενον εἶπεν˙ εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. [. . . . . . . .] p. 100, 23-101, 2: ὁ δὲ συνεζευγμένος τρόπος οὐκ ἄδηλός ἐστιν, ὅτι πολλαχῶς γίνεται [. . .] ἤτοι δυοῖν ἢ καὶ πλειόνων τρόπων εἰς μίαν χρείαν παραλαμβανομένων, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον ἐκ μοιχοῦ λίθους βάλλον εἰς ἀγοράν, παῦσαι, ἔφη, παιδίον, μὴ ἀγνοοῦν παίσῃς τὸν πατέρα. ἔχει γὰρ ἅμα καὶ συμβολικῶς καὶ χαριέντως ἡ ἀπόφασις. [. . . .] p. 101, 26-7: καθ' ἕκαστον αὐτῶν [scil. τῶν χρειῶν] πειρασόμεθα διδάσκειν τὴν κλίσιν ἐπὶ παραδείγματος. [. . .] p. 102, 10-103, 2: ἐὰν δὲ πρακτικὴ ᾖ χρεία, εἰ μὲν παθητικὴ εἴη, προσθετέον, τὸ συμβὰν μνήμης ἔτυχεν. εἰ δὲ ἐνεργητική, τὸ πραχθὲν μνήμης ἔτυχεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μικτοῦ. ἐπὶ τέλει μέντοι τῶν χρειῶν καὶ τούτων ἕκαστον προσθετέον, οἷον [. . .] καὶ Διογένους τοῦ Κυνικοῦ φιλοσόφου ἰδόντος ὀψοφάγον παῖδα καὶ τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ παίσαντος τὸ πραχθὲν μνήμης ἔτυχε. τῇ δὲ δοτικῇ ἐπὶ πάσης χρείας πλὴν τῆς παθητικῆς προσθήσομεν τὸ ἔδοξεν ἢ τὸ ἐφάνη ἢ τὸ ἐπῆλθεν ἢ καὶ τὸ παρέστη ἤ τι τῶν τοιούτων, οἷον Διογένει τῷ Κυνικῷ φιλοσόφῳ ἰδόντι μειράκιον πλούσιον ἀπαίδευτον ἔδοξεν εἰπεῖν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἐπὶ μὲν τῆς παθητικῆς προσθήσομεν τὸ συνέβη [. . . .] ἐπὶ δὲ τῆς αἰτιατικῆς προσθήσομεν καθόλου ἐπὶ πάσης χρείας τὸ φασί, τὸ λέγεται, οἷον Διογένην τὸν Κυνικὸν φιλόσοφον ἰδόντα μειράκιον πλούσιον ἀπαίδευτόν φασιν εἰπεῖν, ἢ λέγεται, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἡ δὲ κλητικὴ σαφής ἐστι˙ ποιησόμεθα γὰρ τὸν λόγον πρὸς παρὸν ἡμῖν πρόσωπον, ἐφ' ὃ ἡ χρεία ἀναφέρεται, οἷον Διόγενες Κυνικὲ φιλόσοφε, ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον, εἶπας, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. eadem fere, paucioribus verbis expressa, ap. SCHOL. in Aphton. 3 pp. 16, 12-17, 20.
DOXOPATER. homil. in Aphthon. 2 p. 192, 14-193, 4:
ἕτεροι δέ πάλιν μετὰ τὸν μῦθον τὴν χρείαν ἔταξαν, διὰ τὸ εὐκολωτέραν ταύτην ἡγεῖσθαι τοῦ διηγήματος, ἐπεὶ μηδὲ κατ' ἐκεῖνα τὰ κεφάλαια ἐβούλοντο αὐτὴν διαιρεῖν, καθὰ τὰ νῦν παρ' ἡμῶν διαιρεῖται, ἀλλὰ κατὰ πάσας ὁμοῦ τὰς πτώσεις, ὅπερ πολὺ δήπουθεν εὐκολώτερον ἦν τοῦ ἐκθέσθαι διήγημα. πῶς γὰρ οὐ πάντη τοῖς βουλομένοις εὐμεταχείριστον τὸ κατὰ πτώσεις διαιρεῖν τὴν χρείαν˙ κατ' εὐθεῖαν μέν, οἷον Διογένης ἐρωτηθείς, πῶς ἄν τις ἔνδοξος γένηται, ἀπεκρίνετο, ὡς ἥκιστα δόξης φροντίζων˙ κατὰ γενικὴν δέ, οἷον Διογένους ἐρωτηθέντος, πῶς ἄν τις ἔνδοξος γένοιτο, λόγος ἀπομνημονεύεται, ὡς ἥκιστα δόξης φροντίζων˙ κατὰ δὲ δοτικὴν, οἷον Διογένει ἐρωτηθέντι, πῶς ἄν τις ἔνδοξος γένοιτο, ὑπῆλθεν εἰπεῖν, ὡς ἥκιστα δόξης φροντίζων˙ κατὰ δὲ αἰτιατικήν, οἷον Διογένην ἐρωτηθέντα πῶς ἄν τις ἔνδοξος γένοιτο, φασὶν εἰπεῖν ὡς ἥκιστα δόξης φροντίζων˙ κατὰ δὲ κλητικὴν, οἷον, σύ, ὦ Διόγενες, ἐρωτηθεὶς πῶς ἄν τις ἔνδοξος γένοιτο, ἔφης ὡς ἥκιστα δόξης φροντίζων.
IOANN. SARDIAN. comment. in Aphthon. progymn. p. 39, 1-16:
"χρειώδης δὲ ὖσα προσαγορεύεται χρεία." οὐ κατ' ἐξοχὴν διὰ τὸ χρήσιμον, ὡς τινές φασιν, εἴρηται χρεία, ἀλλ' ὅτι φερωνύμως διά τινα χρείαν ἢ ὁ λόγος ἢ ἡ πρᾶξις γίνεται˙ [140] ὥσπερ γὰρ λέγομεν χρείαν εἶναι τοῦδε τοῦ σκεύους διὰ τήνδε τὴν [141] πρόφασιν, οὕτω κἀνταῦθα χρεία γίνεται τοῦ λόγου τῷ λέγοντι ἢ τῆς πράξεως τῷ πράττοντι διὰ τὴν ὑποκειμένην περίστασιν, οἷον Διογένους [143] καθεύδοντος ἐπιστὰς Ἀλέξανδρος εἶπεν
"οὐ χρὴ παννύχιον εὕδειν βουλήφορον ἄνδρα˙"
[145] χρεία γὰρ Ἀλεξάνδρῳ γέγονε τοῦτον τὸν λόγον εἰπεῖν διὰ τὸ τὸν Διογένην καθεύδειν˙ ὡς, εἰ μὴ Διογένης ἐκάθευδεν, οὐδ' ἂν τοῦ ἔπους [147] χρείαν ἔσχεν Ἀλέξανδρος. καὶ πάλιν Διογένης ὁρῶν μειράκιον ἀκοσμοῦν τὸν παιδαγωγὸν τῇ βακτερίᾳ ἐτύπτησεν, εἰ μὴ ὁ νέος ἀκοσμῶν [149] ἐφαίνετο˙ χρεία οὖν πεποίηκε τὴν πληγὴν. [. . .] p. 40, 1-13: "καὶ τῆς χρείας [150] τὸ μὲν ἐστι λογικόν, τὸ δὲ πρακτικόν, τὸ δὲ μικτόν." τὰ ἀνωτάτω, φησίν, εἴδη τῆς χρείας τρία εἰσίν˙ αἳ μὲν γὰρ εἰσι λογικαί, αἳ δὲ πρακτικαί, [152] αἳ δὲ μικταί. "καὶ λογικὸν μὲν τὸ τῷ λόγῳ δηλοῦν τὴν ὠφέλειαν." λογικαὶ χρεῖαί εἰσι, φησίν, αἱ χωρὶς πράξεως διὰ λόγων ἔχουσαι τὸ [154] κῦρος, οἷον [. . .] Διογένης ἰδὼν μειράκιον καλλωπιζόμενον ἔφη "εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς" καὶ ὁ αὐτὸς [156] ἐρωτηθεὶς ὑπὸ τινος, πῶς ἂν ἔνδοξος γένοιτο, ἀπεκρίνατο ὅτι "ἥκιστα δόξης φροντίζων" καὶ ὁ αὐτὸς ἰδών τινα αἰσχρῶς βιοῦντα, εἰτ' ἄλλῳ [158] τινὶ ταὐτὸ τοῦτο ὀνειδίσαντα "ἔοικας," φησί, "τέφραν φυσᾶν ἀνέμου [159] κατεναντίον." [. . .] p. 41, 2-15: τούτων δὲ τῶν λογικῶν χρειῶν εἴδη τυγχάνει δύο˙ αἳ μὲν γὰρ εἰσιν ἁπλαῖ, αἳ δὲ διπλαῖ, ἁπλαῖ μὲν αἱ λόγον ἕνα παρ' ἑνὸς ἔχουσαι προσώπου, οἷον Ἀλέξανδρος ἰδὼν Διογένην καθεύδοντα εἶπεν
"οὐ χρὴ παννύχιον εὕδειν βουλήφορον ἄνδρα˙"
[164] διπλαῖ δὲ αἱ πρὸς τὸν ῥηθέντα λόγον ἄλλον ἀντικείμενον ἔχουσαι, οἷον Ἀλέξανδρος ἐπιστὰς Διογένει καθεύδοντι εἶπεν
[166] "οὐ χρὴ παννύχιον εὕδειν βουλήφορον ἄνδρα˙"
καὶ Διογένης ἀναστὰς εἶπε πρὸς αὐτὸν
"ὦ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε˙"
δύο γὰρ χρεῖαι ἐνταῦθα τυγχάνουσι, μία μὲν παρ' Ἀλεξάνδρου, ἑτέρα [170] δὲ παρὰ Διογένους. [. . .] p. 42, 4-13: "πρακτικὸν δὲ τὸ πρᾶξιν [171] σημαῖνον." πρακτικαὶ χρεῖαί εἰσιν, ἐν αἶς πρᾶξίς τις πρὸς τὴν ὑποκειμένην [172] χρείαν συνίσταται, οἷον Διογένης μειράκιον ὁρῶν ἀκοσμοῦν τὸν παιδαγωγὸν τῇ βακτερίᾳ τετύπτηκε˙ πρᾶξις γὰρ [. . . . . .] πρακτικαὶ γάρ εἰσιν, αἳ χωρὶς λόγου ἐμφαίνουσί τινα νοῦν. τούτων δέ τῶν πρακτικῶν αἳ μέν εἰσιν ἐνεργητικαί, αἳ δὲ παθητικαί˙ ἐνεργητικαὶ μέν, ὅσαι δηλοῦσί τινα ἐνέργειαν, οἷον Διογένης ἰδὼν ὀψοφάγον παιδίον τὸν παιδαγωγὸν τῆ βακτηρίᾳ ἔπαισε. (cf. p. 48, 12-49, 7)
NICOL. progymn. 3 pp. 272, 20-273, 25:
περὶ χρείας μικτῆς. χρεία αὕτη μικτή. Διογένης μειράκιον ἑωρακὼς ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησεν, ἐπειπών, τί γὰρ τοιαῦτα παιδεύεις. φιλοσοφίαν ἅπασαν ἐπαινέσαι καλόν, μάλιστα δὲ ἣν Διογένης ἠσκήσατο˙ τὸ μὲν γὰρ ζητεῖν τὰς τῶν ἄστρων ὁδοὺς καὶ περισκοπεῖν τὴν ἡλίου περίοδον ἑτέροις παρήκεν˙ αὐτὸς δὲ τὴν ἐπιστήμην εἰς ἐπανόρθωσιν ἐποιεῖτο τῶν τρόπων˙ ὅθεν κατ' ἀγορὰν ἐμβαλὼν καὶ περιτυχὼν μὴ σωφρονοῦντι παιδί, παρεστηκότος παιδαγωγοῦ, τὸν μὲν παῖδα παρῆκεν, ἐπὶ δὲ τὸν παιδαγωγὸν μετελθὼν ἀντὶ τοῦ παιδὸς σωφρονίζει τὸν φύλακα, καὶ τὴν αἰτίαν τῆς πληγῆς οὐκ ἀπέκρυψε˙ τοσαῦτα γάρ, ἔφη, πᾶς οὐ καλῶς παιδαγωγῶν ὑποστήσεται, καὶ ἃ μὲν εἴργασται, τάδε˙ πάρεστι δὲ ἐκ τῶν ἐφεξῆς κατιδεῖν ὡς καλῶς˙ κατιδὼν γὰρ ὁ Διογένης, ὡς μὲν νεότης χρῆμα τῶν ὄντων ἀλόγιστον, πολιαὶ δέ, εἰ καὶ μηδὲν ἕτερον, τὴν ἀπὸ τοῦ χρόνου κέκτηνται πεῖραν, καὶ τοὺς πατέρας εἰδώς, ὡς χρημάτων πολλῶν πρεσβύτας ὠνοῦνται, καὶ παρακαθιστᾶσι τοῖς νέοις, ἐπανορθούμενοι τὸ τῆς νεότητος ἄβουλον τῇ τῶν πρεσβυτέρων βουλῇ, ταῦτα εἰδὼς ἀφεὶς τὸν νέον ἐπὶ τὸν παιδαγωγοῦντα μετέρχεται, ᾧ τὸν παῖδα παρεκατέθεντο σωφρονίζειν, τοῦτον ἀντὶ τοῦ παιδὸς προελόμενος˙ εἰ γὰρ μὴ τῷ παιδαγωγῷ τὴν πληγήν, ἀλλὰ τῷ παιδὶ προσετρίψατο, τίς οὐκ ἂν ᾐτιᾶτο τὸν Διογένους σωφρονισμὸν. . .;
NICOL. progymn. p. 20, 13-5:
πρακτικαὶ δὲ αἱ [scil. chriae] διὰ ἔργων μόνων, οἷον˙ Διογένης ἰδὼν μειράκιον ἀκοσμοῦν κατὰ τὴν ἀγορὰν τῇ βακτηρίᾳ τὸν παιδαγωγὸν ἔτυψε.
PRISCIAN. lib. de praeexercit. rhet. 2:
usuum autem alii sunt orationales, alii activi alii mixti [. . . . .] activi vero, in quibus actus inest solus, ut "Diogenes cum, videsset puerum indecenter agentem pedisecum virga percussit": vel mixti si addas, "percussit dicens: qua re sic erudivisti?"