[42] Εὐβουλίδης μὲν γὰρ ἑκατόν φησιν ὁμολογῆσαι˙ θορυβησάντων δὲ τῶν δικαστῶν, "ἕνεκα μέν," εἶπε, "τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν πρυτανείῳ σιτήσεως."
Καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν, προσθέντες ἄλλας ψήφους ὀγδοήκοντα. καὶ δεθεὶς μετ' οὐ πολλὰς ἡμέρας ἔπιε τὸ κώνειον, πολλὰ καλὰ κἀγαθὰ διαλεχθείς, ἃ Πλάτων ἐν τῷ Φαίδωνί φησιν. ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή˙

Δήλι' Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ.

Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα (FHG II. 84). ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή˙

Αἴσωπός ποτ' ἔλεξε Κορίνθιον ἄστυ νέμουσι
μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ.

[42] θορυβησάντων δὲ τῶν δικαστῶν, "ἕνεκα μέν," εἶπε, "τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν πρυτανείῳ σιτήσεως."
Καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν, προσθέντες ἄλλας ψήφους ὀγδοήκοντα. καὶ δεθεὶς μετ' οὐ πολλὰς ἡμέρας ἔπιε τὸ κώνειον, πολλὰ καλὰ κἀγαθὰ διαλεχθείς, ἃ Πλάτων ἐν τῷ Φαίδωνί φησιν. ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή˙

Δήλι' Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ.

Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα. ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή˙

Αἴσωπός ποτ' ἔλεξε Κορίνθιον ἄστυ νέμουσι
μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ.

[42] θορυβησάντων δὲ τῶν δικαστῶν, " Ἕνεκα μέν," εἶπε, "τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν Πρυτανείῳ σιτήσεως."
Καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν, προσθέντες ἄλλας
[1211] ψήφους ὀγδοήκοντα. Καὶ δεθεὶς μετὰ πολλὰς ἡμέρας ἔπιε τὸ κώνειον, πολλὰ καλὰ κἀγαθὰ διαλεχθείς, ἃ Πλάτων ἐν τῷ Φαίδωνί φησιν. Ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή˙

[1215] Δήλι' Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ.

Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα. Ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή˙

Αἴσωπός ποτ' ἔλεξε Κορίνθιον ἄστυ νέμουσι
[12110] μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ.