[42] μέμνηται δὲ καὶ τῆς περὶ τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα, ὡς κατ' αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι.
Φησὶ δ' Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων, ἐλθόντος Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα˙ καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι αἰγὸς πρωτοτόκου καὶ μελαίνης˙ ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῷ Ἱπποκράτει, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω "χαῖρε κόρη," τῇ δ' ἐχομένῃ "χαῖρε γύναι"˙ καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη.

[42] Μέμνηται δὲ καὶ τῆς περὶ τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα, ὡς κατ' αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι.
Φησὶ δ' Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων, ἐλθόντος
[6601] Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα˙ καὶ θεασάμενον τὸ γάλα εἰπεῖν˙ "Καὶ αἰγὸς πρωτοτόκου καὶ μελαίνης˙" ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. Ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῷ Ἱπποκράτει, [6605] τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω "Χαῖρε κόρη," τῇ δ' ἐχομένῃ "Χαῖρε γύναι"˙ καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη.