V B 403

V B 403 DIOG. LAERT. VI 65:
ἰδών [scil. Diogenes] ποτε νεανίσκον θηλυνόμενον, "οὐκ αἰσχύνῃ," ἔφη, "χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι."
DIOG. LAERT. VI 46:
πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη [scil. Diogenes] οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ.