V B 404

V B 404 ATHEN. XIII 565 C:
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ [2] γένειον ἔφησεν˙ "μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα;" ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι.