V B 408

V B 408 IULIAN. orator. IX 15 p. 197 B-D [= VI ]:
τοῦτο γὰρ πολλοὶ τοῦ Διογένους ζηλώσαντες ἐγένοντο παντοραίσται καὶ μιαροὶ καὶ τῶν θηρίων οὐδὲ ἑνὸς κρείττους, ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος ἐστί, πρῶτον ἔργον ἐρῶ σοι Διογένους, (C) ἐφ' ᾧ γελάσονται μὲν οἱ πολλοί, ἐμοὶ δὲ εἶναι δοκεῖ σεμνότατον. ἐπειδὴ γάρ τις τῶν νέων ἐν ὄχλῳ, παρόντος καὶ τοῦ Διογένους, ἀπέπαρδεν, ἐπάταξεν ἐκεῖνος τῇ βακτηρίᾳ φάς˙ "εἶτα, ὦ κάθαρμα, μηθὲν ἄξιον τοῦ δημοσίᾳ τὰ τοιαῦτα θαρσεῖν πράξας, ἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν." οὕτως ᾤετο χρῆναι πρότερον ἡδονῆς καὶ θυμοῦ κρείττονα γενέσθαι καὶ τρίτον ἐπὶ τὸ τελειότατον ἐλθεῖν τῶν παλαισμάτων, (D) ἀποδυσάμενον πρὸς τὰς τῶν πολλῶν δόξας, αἳ μυρίων κακῶν αἴτιαι γίνονται τοῖς πολλοῖς.