V B 410

V B 410 DEMETR. de elocut. 261:
καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ˙ προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβηθέντος καὶ ἀποδημήσαντος, θάρρει, <ἔφη>, ὦ παιδίον, οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ δ' ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι.
GREG. CORINTH. in Hermog. de meth. gravit. 8:
καὶ Διογένης μειρακίῳ καλῷ προσπαλαίων διεκινήθη πως τὸ αἰδοῖον˙ τοῦ δὲ μειρακίου φοβηδέντος καὶ ἀποδημήσαντος˙ "θάρσει," ἔφη, " ὦ μειράκιον, οὐκ εἰμὶ ταύτῃ ὅμοιος."