I C 410

PLUTARCH. vit. Alcib. 17,5 p. 199 F:
Σωκράτην μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρατείας ἐκείνης [scil. εἰς Σικελίαν] λέγουσιν, ᾧ μὲν ὡς ἔοικε τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος.
PLUTARCH. vit. Nic. 13, 7-8 p. 532 A-B:
εἴτε δὲ ταῦτα δείσας, εἴτ' ἀνθρωπίνῳ λογισμῷ τὴν στρατείαν φοβηθείς, ὁ ἀστρολόγος Μέτων - ἦν γὰρ ἐφ' ἡγεμονίας τινὸς τεταγμένος - προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς. οἱ δέ φασιν οὐ μανίαν σκηψάμενον, ἀλλὰ νύκτωρ ἐμπρήσαντα τὴν οἰκίαν προελθεῖν εἰς τὴν ἀγορὰν ταπεινόν, καὶ δεῖσθαι τῶν πολιτῶν ὅπως ἐπὶ συμφορᾷ τοσαύτῃ τὸν υἱὸν αὐτοῦ μέλλοντα πλεῖν τριήραρχον εἰς Σικελίαν ἀφῶσι τῆς στρατείας. Σωκράτει δὲ τῷ σοφῷ τὸ δαιμόνιον οἷς εἰώθει συμβόλοις χρησάμενον πρὸς αὐτὸν ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπ' ὀλέθρῳ τῆς πόλεως πραττόμενον. ὁ δὲ τοῖς συνήθεσι καὶ φίλοις ἔφρασε, καὶ διῆλθεν εἰς πολλοὺς ὁ λόγος.