I C 412

I C 412 PLUTARCH. de deo Socrat. 20 p. 588 B - 21 p. 590 B:
οἱ δ' ἦσαν ἤδη πρόσω ζητήσεως οὐκ ἀγεννοῦς ἀλλ' ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας (C) καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν˙ αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδ' αὖθις ἐρέσθαι, πολλάκις δ' αὐτῷ παραγενέσθαι τοὺς μὲν δι' ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δ' ἀκοῦσαί τινος φωνῆς φάσκουσι προσέχοντι τὸν [9] νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς. "ὅθεν ἡμῖν παρίστατο σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἴη συνάπτοντος (D) ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν, ὥσπερ καὶ καθ' ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν. ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται δι' ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι, ..... μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν [17] εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δ' ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι [μὴ] μικρὰ τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, (E) εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν˙ τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ [22] νοοῦντος. πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς δι' ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν˙ ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην, ἡ δ' ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμὰς οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, (F) ἀλλ' εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας˙ οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων˙ ἄψυχα μὲν γὰρ ἀλλ' ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης, ψυχὴ δ' ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι. (589) ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί, τούτου δὲ σεισθέντος ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν˙ ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, ἅμα 〈δὲ〉 τῷ τὴν ψυχὴν ἐν νῷ τι βαλέσθαι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμὴν ὅλος ἀναστὰς καὶ συνταθεὶς πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. οὐδ' ὁ τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως τρόπος χαλεπὸς (B) ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθ' ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλ' † ἐν ὅσῳ μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ 〈ψυχὴν〉 ψυχῆς θειοτέρας ἄγεσθαι θύραθεν ἐφαπτομένης ἣν πέφυκεν ἐπαφὴν [45] λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν [46] ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν˙ αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις 〈ἰδεῖν〉 ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδ' ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους οἱ ἄνθρωποι (C) συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δ' οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος. καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν ᾗ παραμυθεῖται τοὺς ἀπιστοῦντας˙ ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος δι' ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν. ὥστε θαυμάζειν 〈οὐκ〉 ἄξιον, εἰ καὶ κατὰ [τοῦτο] τὸ νοηθὲν ὑπὸ τῶν δαι〈μόνων〉 ὁ ἀὴρ τρεπόμενος δι' εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν 〈ὑπορυττ〉όντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, (D) ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τὰ δ' ἄλλ' ἀδήλως διεκθέουσαι λανθάνουσιν, οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον 〈τὸ〉 ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχήν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν, εἰ δ' ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον˙ ὥσπερ ἂν εἴ τις οἴοιτο τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς ἀναρμοστίαν καὶ ταραχήν, (E) ἧς ἀπήλλακτο Σωκράτης ὁ ἑταῖρος ἡμῶν, ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν˙ ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλ' ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ Ἀγοραίῳ καὶ Μούσαις, τὰ δ' ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων (F) καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον."
(21) "ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον 〈παραγόντων〉 καταφρονοῦσιν˙ ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτων διεξιόντος, οὐκ οἶδα μὴ μύθοις 〈ὁμοιότερ' ἢ〉 λόγοις ὄντα σιωπᾶν ἄμεινον." "μηδαμῶς" εἶπεν ὁ Θεόκριτος, "ἀλλὰ δίελθ' αὐτά˙ καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλ' ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος, ὁ Τίμαρχος φράσον˙ (590) ου γὰρ ἔγνων τὸν ἄνθρωπον." "εἰκότως γ'," εἶπεν ὁ Σιμμίας "ὦ Θεόκριτε˙ νέος γὰρ ὢν κομιδῇ 〈κατέστρεψε τὸν βίον〉 καὶ Σωκράτους δεηθεὶς ταφῆναι [82] παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, 〈ὀλίγ〉αις πρότερον ἡμέραις αὐτοῦ [83] τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. (B) ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε˙ προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι."