V B 414

V B 414 SUID. s.v. Διογένης n. 1145:
ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις˙ ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν εἰς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοσῶν ποτε ὁ παῖς. ἡ δέ, ὡς εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις, λέγει ταῦτα˙ λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήϋνον ἀμειδέα μηδ' ἐπιτείνειν κωλύων˙ πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ' ἐφ' ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρον καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς. ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως˙ καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατὴρ ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων, ὁ τοῦ Σοφοκλέους, ἀπεδείξατο, τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι˙ καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον διελύσατο.