I C 417

PLUTARCH. de Alex. M. fort. aut. virt. I 4-5 p. 328 A-C:
καίτοι γ' οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδ' Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων˙ καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦτες οὐδὲ πόλεις Ἑλληνίδας ἐγκτίζοντες ἀγρίοις ἔθνεσιν οὐδ' ἄθεσμα καὶ ἀνήκοα φῦλα νόμους διδάσκοντες καὶ εἰρήνην 〈τὴν γῆν〉 ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφ' ὧν εἶπον ἢ ἀφ' ὧν ἐβίωσαν ἢ ἀφ' ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος˙ ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος. (5) καὶ πρῶτον τὸ παραδοξότατον, εἰ βούλει, σκόπει, τοὺς Ἀλεξάνδρου μαθητὰς τοῖς Πλάτωνος, τοῖς Σωκράτους ἀντιπαραβάλλων. εὐφυεῖς οὗτοι καὶ ὁμογλώσσους ἐπαίδευον, εἰ μηδὲν ἄλλο, φωνῆς Ἑλληνίδος συνιέντας˙ καὶ πολλοὺς οὐκ ἔπεισαν, ἀλλὰ Κριτίαι καὶ Ἀλκιβιάδαι καὶ Κλειτοφῶντες, ὥσπερ χαλινὸν τὸν λόγον ἐκπτύσαντες, ἄλλῃ πη παρετράπησαν.