V B 420

V B 420 PLUTARCH. quom. adul. ab am. internosc. 36 p. 74 C:
τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατ' ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν˙ οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δ' ἐλέγχουσι.
PLUTARCH. de prof. in virt. 11 p. 82 A:
ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ θεραπευόμενος ἐκφεύγῃ τὴν κακίαν.
GNOM. MONAC. LAT. V 2:
Diogenes dixit: ad emendationem sui unumquemque nostrum abere debere aut valde amicum aut valde inimicum.
GNOM. VAT. GR. 633 f. 121r:
Διογένης εἶπε τὸν φίλον δεῖν εὐεργετεῖν, ἵνα μᾶλλον ᾖ φίλος, καὶ τὸν ἐχθρὸν ὁμοίως, ἵνα γένηται φίλος, φυλάσσεσθαι γὰρ ἀναγκαῖον τῶν μὲν φίλων τὸν ψόγον, τῶν δέ ἐχθρῶν τὴν ἐπιβουλήν.