[43] σκεύη τὰ γεγραμμένα, ὧν ἔχει ἀντίγραφα Δημήτριος. ὀφείλω δ' οὐδενὶ οὐθέν. ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος."
Καὶ διέθετο μὲν οὕτως. ἐπεγράφη δ' αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε˙ πρῶτον (A. Pal. VII. 60)˙

σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης˙
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον
τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.

[43] σκεύη 〈 . . . . . 〉 τὰ γεγραμμένα, ὧν ἔχει ἀντίγραφα Δημήτριος. ὀφείλω δ' οὐδενὶ οὐθέν. ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος."

Καὶ διέθετο μὲν οὕτως. ἐπεγράφη δ' αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε˙ πρῶτον˙

σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης˙
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον
τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.

[43] Σκεύη τὰ 〈κατα〉γεγραμμένα, ὧν ἔχει τὰ ἀντίγραφα [2195] Δημήτριος. Ὀφείλω δ' οὐδενὶ οὐθέν. Ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος."

Καὶ διέθετο μὲν οὕτως. Ἐπεγράφη δ' αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε˙ πρῶτον˙

[21910] Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης˙
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.