[43] Χάριεν δ' αὐτοῦ φέρεται κἀκεῖνο˙ πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, "ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται."
Λοιπὸν δὲ πρὸς τῷ τέλει γινόμενος ἅπαντα κατέλιπε Πυλάδῃ τῷ ἀδελφῷ τὰ αὑτοῦ, ἀνθ' ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιὼν δὲ οὔτε γύναιον εἰσηγάγετο οὔτ' ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δ' Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ ἀναγκαίων, ἀξιώσας διατηρῆσαι˙ πρὸς ὃν καὶ γράφει ταυτί (Hercher 131)˙
" Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.
[43] Χάριεν δ' αὐτοῦ φέρεται κἀκεῖνο˙ πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, "ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται."
Λοιπὸν δὲ πρὸς τῷ τέλει γινόμενος ἅπαντα κατέλιπε Πυλάδῃ τὰ ἀδελφῷ τὰ αὑτοῦ, ἀνθ' ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιὼν δὲ οὔτε γύναιον ἐπηγάγετο οὔτ' ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δ' Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι˙ πρὸς ὃν καὶ γράφει ταυτί˙
" Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.
[43] [28715] Χάριεν δ' αὐτοῦ φέρεται κἀκεῖνο˙ πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ 〈τῆς〉 τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, " Ἐκ μὲν γὰρ ἀνδρῶν Γάλλοι γίνονται, ἐκ δὲ Γάλλων ἄνδρες οὐ γίνονται."
[28720] Λοιπὸν δὲ πρὸς τῷ τέλει γινόμενος ἅπαντα κατέλιπε [2881] Πυλάδῃ τῷ ἀδελφῷ τὰ αὑτοῦ, ἀνθ' ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. Περιὼν δὲ 〈τῇ̂ οὐσίᾳ〉 οὔτε γύναιον εἰσηγάγετο οὔτε ἐπαιδοποιήσατο. Τρεῖς τε διαθήκας ποιησάμενος [2885] ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δὲ Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν, ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι˙ πρὸς ὃν καὶ γράφει ταυτί˙
" Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.