I C 427

I C 427 DIO CHRYSOST. orat. LIV (37) 2-4:
ἦν δὲ καὶ Σωκράτης [2] Ἀθήνησι πένης ἀνὴρ καὶ δημοτικός, οὐδὲ οὗτος ὑπὸ τῆς πενίας [3] ἀναγκαζόμενος οὐθὲν λαμβάνειν˙ καίτοι γυναῖκα εἶχεν οὐ μισοῦσαν ἀργύριον καὶ παῖδας [4] δεομένους διατροφῆς καὶ τῶν νέων λέγεται τοῖς πλουσιωτάτοις συνεῖναι, ὧν [5] φασιν ἐνίους μηδενὸς ἁπλῶς φείδεσθαι πρὸς αὐτόν. ἦν δὲ τἄλλα τῷ τρόπῳ κοινὸς καὶ φιλάνθρωπος, (3) καὶ παρεῖχεν αὑτὸν τοῖς βουλομένοις προσιέναι καὶ διαλέγεσθαι, περί τε τὴν ἀγορὰν τὰ πολλὰ διατρίβων καὶ εἰς τὰς παλαίστρας εἰσιὼν καὶ πρὸς ταῖς τραπέζαις καθεζόμενος (ὥσπερ οἱ τὰ ὤνια τὰ φαῦλα δεικνύντες ἐν τῇ ἀγορᾷ καὶ περιφέροντες ἐπὶ τὰς θύρας) εἴ τις ἄρα ἐθελήσει πυθέσθαι τι καὶ ἀκοῦσαι τῶν νεωτέρων ἢ τῶν πρεσβυτέρων. οἱ μὲν οὖν πολλοὶ τῶν δυνατῶν καὶ ῥητόρων προσεποιοῦντο μηδὲ ὁρᾶν αὐτόν˙ ὁ δὲ προσελθών, ὥσπερ οἱ προσπταίσαντες, ἀλγήσας ταχὺ ἀπηλλάττετο. (4) ἀλλὰ δὴ τῶν μὲν θαυμαζομένων ἐκείνων σοφιστῶν ἐκλελοίπασιν οἱ λόγοι καὶ οὐδὲν ἢ τὰ ὀνόματα μόνον ἔστιν˙ οἱ δὲ τοῦ Σωκράτους οὐκ οἶδ' ὅπως [15] διαμένουσι καὶ διαμενοῦσι τὸν ἅπαντα χρόνον, *τούτου δὲ αὐτοῦ γράψαντος ἢ [16] καταλιπόντος οὔτε σύγγραμμα οὔτε διαθήκας. ἐτελεύτα γὰρ ὁ ἀνὴρ ἀδιάθετος τήν τε σοφίαν καὶ τὰ χρήματα. ἀλλὰ οὐσίαν μὲν οὐκ εἶχεν, ὥστε δημευθῆναι, καθάπερ εἴωθε γίγνεσθαι 〈ἐπὶ〉 τῶν καταδικασθέντων˙ οἱ λόγοι δὲ τῷ ὄντι ἐδημεύθησαν μὰ Δί' οὐχ ὑπ' ἐχθρῶν, ἀλλὰ ὑπὸ τῶν φίλων˙ οὐδὲν μέντοι ἧττον καὶ νῦν φανερῶν τε ὄντων καὶ τιμωμένων ὀλίγοι ξυνιᾶσι καὶ μετέχουσιν.