I C 428

I C 428 DIO CHRYSOST. orat. LX (43) 10:
ἐκεῖνος [scil. Socrates] γὰρ εἰς [2] ἅπαντας δὴ λόγους καὶ πάσας διατριβὰς καθίει, καὶ πρὸς ῥήτορας καὶ πρὸς σοφιστὰς καὶ πρὸς γεωμέτρας καὶ μουσικοὺς καὶ παιδοτρίβας καὶ τοὺς ἄλλους δημιουργούς, καὶ ἐν παλαίστραις καὶ ἐν συμποσίοις καὶ ἐν ἀγορᾶ οὐκ ἐκωλύετο ἐξ ἅπαντος τρόπου φιλοσοφεῖν καὶ προτρέπειν ἐπ' ἀρετὴν τοὺς συνόντας, οὐκ ἰδίαν εἰσφέρων ὑπόθεσιν οὐδὲ πρόβλημα ἐσκεμμένον. ἀλλ' ἀεὶ τῇ παρούσῃ χρώμενος καὶ ταύτην προσάγων πρὸς φιλοσοφίαν. cf. PHILODEM. memor. de rhet. col. XVIII 9-20 [ = V A 69].