I C 433

I C 433 PLUTARCH. platon. quaest. 1 p. 999 C-4 p. 1000 E:
"τί δήποτε τὸν Σωκράτην ὁ θεὸς μαιοῦσθαι μὲν ἐκέλευσεν ἑτέρους, αὐτὸν δὲ γεννᾶν [3] ἀπεκώλυσεν, ὡς ἐν Θεαιτήτῳ λέγεται;" οὐ γὰρ εἰρωνευόμενός γε καὶ παίζων προσεχρήσατ' ἂν τῷ τοῦ θεοῦ ὀνόματι. [.....] ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο Σωκράτει τοῦτο τῆς φιλοσοφίας τὸ γένος, ᾧ τοὺς ἄλλους ἐξετάζων ἀεὶ τύφου καὶ πλάνου καὶ ἀλαζονείας καὶ τοῦ βαρεῖς εἶναι πρῶτον μὲν αὑτοῖς εἶτα καὶ τοῖς συνοῦσιν ἀπήλλαττε; καὶ γὰρ ὥσπερ ἐκ τύχης τότε φορὰν συνέβη γενέσθαι σοφιστῶν ἐν τῇ Ἑλλάδι˙ καὶ τούτοις οἱ νέοι πολὺ τελοῦντες ἀργύριον οἰήματος ἐπληροῦντο καὶ δοξοσοφίας, καὶ λόγων ἐζήλουν σχολὴν καὶ διατριβὰς ἀπράκτους ἐν ἔρισι καὶ φιλοτιμίαις καλὸν δὲ καὶ χρήσιμον οὐδ' ὁτιοῦν. τὸν οὖν ἐλεγκτικὸν λόγον ὥσπερ καθαρτικὸν ἔχων φάρμακον ὁ Σωκράτης ἀξιόπιστος ἦν ἑτέρους ἐλέγχων τῷ μηδὲν ἀποφαίνεσθαι, καὶ μᾶλλον ἥπτετο δοκῶν ζητεῖν κοινῇ τὴν ἀλήθειαν οὐκ αὐτὸς ἰδίᾳ δόξῃ βοηθεῖν. [.....] ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν, ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος
[19] οὐδ' Ἀσκληπιάδαις τοῦτό γ' ἔδωκε θεός.
οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δ' ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δ' ἔστιν ἐπιστήμη τοῦ ἀληθοῦς ἓν δὲ τὸ ἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος˙ λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παῖδα ποιεῖται τὸν ἄριστον. (4) ὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς ποιήματα καὶ μαθήματα καὶ λόγοι ῥητόρων καὶ δόγματα σοφιστῶν, ἃ Σωκράτην γεννᾶν τὸ δαιμόνιον ἀπεκώλυσεν˙ ἣν δὲ μόνην ἡγεῖτο Σωκράτης σοφίαν 〈τὴν〉 περὶ τὸ θεῖον καὶ νοητόν, ἐρωτικὴν ὑπ' αὐτοῦ προσαγορευομένην, ταύτης οὐ γένεσις ἔστιν ἀνθρώποις οὐδ' εὕρεσις ἀλλ' ἀνάμνησις. ὅθεν οὐδὲν ἐδίδασκε Σωκράτης, ἀλλ' ἐνδιδοὺς ἀρχὰς ἀποριῶν ὥσπερ ὠδίνων τοῖς νέοις ἐπήγειρε καὶ ἀνεκίνει καὶ συνεξῆγε τὰς ἐμφύτους νοήσεις˙ καὶ τοῦτο μαιωτικὴν τέχνην ὠνόμαζεν, οὐκ ἐντιθεῖσαν ἔξωθεν, ὥσπερ ἕτεροι προσεποιοῦντο, νοῦν τοῖς ἐντυγχάνουσιν, ἀλλ' ἔχοντας οἰκεῖον ἐν ἑαυτοῖς ἀτελῆ δὲ καὶ συγκεχυμένον καὶ δεόμενον τοῦ τρέφοντος καὶ βεβαιοῦντος ἐπιδεικνύουσαν.