I C 441

ASPAS. in Aristot. eth. nicom. p. 54, 13-23:
οὗτος δὲ [πάντας] τοὺς ἐπὶ τὸ μεῖζον τὰ αὑτῶν λέγοντας ἅπαντας ἀλαζόνας ὠνόμασε καὶ τὴν κακίαν ἀλαζονείαν, τοὺς δὲ ἐπὶ τὸ ἔλαττον τὰ αὑτῶν κατάγοντας τῷ λόγῳ καὶ προσποιουμένους ἐλάττω ἔχειν τῶν ὑπαρχόντων αὐτοῖς (μοχθηροὺς μὲν καὶ αὐτούς˙ πᾶσα γὰρ ἡ περὶ τὸ ψεῦδος σπουδὴ μοχθηρία) εἴρωνας ὠνόμασε καὶ τὴν κακίαν εἰρωνείαν˙ δοκεῖ δέ τισι μὴ εἶναι κακία ἡ εἰρωνεία˙ τὸν γὰρ Σωκράτην εἴρωνά φασι γεγονέναι˙ μήποτε δὲ οὐκ ἦν εἴρων ὁ Σωκράτης. τεκμήριον δὲ τὸ μηδένα τῶν ἑταίρων αὐτοῦ οὕτως αὐτὸν ὀνομάζειν ἀλλὰ [9] τοὺς πολλοὺς διαμαρτάνοντας αὐτοῦ, οἷον Θρασύμαχον ἢ Μένωνα. ἀλλ' [10] ἔλεγε, ὡς ἔοικεν, αὑτὸν μηδὲν εἰδέναι παραβάλλων τὴν ἀνθρωπίνην σοφίαν [11] πρὸς τὴν τοῦ θεοῦ. ταῦτα γὰρ καὶ ἐν τῇ τοῦ Πλάτωνος Ἀπολογίᾳ εἴρηται.