I C 442

I C 442 ALEX. in Aristot. top. p. 530, 14-21:
κἂν ὅλως χρήσιμον ᾖ [πρὸς τὴν θέσιν], φησί, τὸ προτεινόμενον εἰς τὴν τοῦ προκειμένου δεῖξιν, οὐ δεῖ φαίνεσθαι σπουδάζοντα περὶ τὸ δοθῆναι αὐτό˙ κρυπτικὸν γὰρ καὶ τοῦτο. πρὸς γὰρ ἃ σπουδάζουσι λαβεῖν οἱ ἐρωτῶντες, μᾶλλον ἀντιτείνουσιν οἱ ἀποκρινόμενοι˙ διὸ ζητοῦσιν ἔνστασιν φέρειν πρὸς αὐτά. γίνοιτο δ' ἂν τοῦτο, [6] εἰ ὡς ἐνδοιάζοντες καὶ αὐτοὶ ἐρωτῷεν καὶ ὡς οὐκ εἰδότες˙ ὃ πολλάκις ὁ Σωκράτης ποιεῖ παρὰ τῷ Πλάτωνι˙ ὡς γὰρ οὐκ εἰδὼς τὸ συμβησόμενον καὶ ὡς τοῦτο ληψόμενος, ὃ ἂν ἐκ τοῦ λόγου φαίνηται ἄριστα ἔχειν, οὕτως [9] ἐρωτᾷ.