V B 445

V B 445 PHILO quod omn. prob. lib. sit 157:
ταλαίνης δημιουργοῦσιν. ὁ γοῦν Διογένης ἰδών τινα τῶν λεγομένων ἀπελευθέρων ἁβρυνόμενον καὶ πολλοὺς αὐτῷ συνηδομένους, θαυμάσας τὸ ἄλογον καὶ ἄκριτον, "ὅμοιον" εἶπεν "ὡς εἴ τις ἀνακηρύξειέ τινα τῶν οἰκετῶν ἀπὸ ταύτης τῆς ἡμέρας εἶναι γραμματικὸν ἢ γεωμέτρην ἢ μουσικόν, οὐδ' ὄναρ τῶν τεχνῶν ἐπησθημένον." ὡς γὰρ ἐπιστήμονας οὐ ποιεῖ τὸ κήρυγμα, οὕτως οὐδὲ ἐλευθέρους - ἐπεὶ μακάριον ἦν τι - ἀλλὰ μόνον οὐκ οἰκέτας.