I C 444

DIO. CHRYSOST. orat. LV (38) 2-9:
ὁ δὲ Σωκράτης ὅτι μὲν παῖς ὢν ἐμάνθανε [λιθοξόος] τὴν τοῦ πατρὸς τέχνην ἀκηκόαμεν˙ τὸν δὲ τῆς σοφίας αὐτοῦ διδάσκαλον οὕτως ὠφελίμου καὶ καλῆς γενομένης σὺ ἡμῖν σαφῶς εἰπὲ καὶ μὴ φθονήσῃς. - (3) Δ. Ἀλλὰ τοῦτό γε οἶμαι πολλοῖς εἶναι σαφές, ὅστις ἔμπειρος ἀμφοῖν τοῖν ἀνδροῖν, ὅτι Σωκράτης τό γε ἀληθὲς Ὁμήρου μαθητὴς γέγονεν, οὐχ ὥσπερ ἔνιοί φασιν Ἀρχελάου. - Καὶ πῶς οἷόν τε τὸν μήτε ξυγγενόμενον Ὁμήρῳ μήτε ἰδόντα πώποτε, ἀλλὰ τοσούτοις ἔτεσιν ὕστερον γενόμενον Ὁμήρου φάναι μαθητήν; - Δ. Τί δέ; ὅστις καθ' Ὅμηρον ἐγένετο, μηδὲν δὲ ἤκουσε τῶν Ὁμήρου ἐπῶν ἢ ἀκούων μηδενὶ προσέσχε τὸν νοῦν, ἔσθ' ὅπως φήσομεν ἐκεῖνον Ὁμήρου μαθητήν; - Οὐδαμῶς. - (4) Δ. Οὔκουν ἄτοπον τὸν μήτε ξυγγενόμενον μήτε ἰδόντα, τῆς δὲ ποιήσεως ξυνέντα τῆς Ὁμήρου καὶ τῆς ὅλης διανοίας ἔμπειρον γενόμενον μαθητὴν Ὁμήρου λέγεσθαι˙ ἢ οὐδὲ ζηλωτὴν οὐδένα οὐδενὸς φήσεις τῶν μὴ συγγενομένων; - Ἔγωγε. - Δ. Εἴπερ οὖν ζηλωτής, καὶ μαθητὴς εἴη ἄν. ὁ γὰρ ζηλῶν τινα ὀρθῶς ἐπίσταται δήπου ἐκεῖνον ὁποῖος ἦν καὶ μιμούμενος τὰ ἔργα καὶ τοὺς λόγους ὡς οἷόν τε ἐπιχειρεῖ ὅμοιον αὑτὸν ἀποφαίνειν. ταὐτὸ δὲ τοῦτο καὶ ὁ μαθητὴς ποιεῖν ἔοικε˙ (5) μιμούμενος τὸν διδάσκαλον καὶ προσέχων ἀναλαμβάνει τὴν τέχνην. τὸ δὲ ὁρᾶν καὶ ξυνεῖναι οὐδέν ἐστι πρὸς τὸ μανθάνειν˙ πολλοὶ γὰρ καὶ ὁρῶσι τοὺς αὐλητὰς καὶ ξύνεισι καὶ ἀκούουσιν ὁσημέραι, καὶ οὐδ' ἂν ἐμφυσῆσαι τοῖς αὐλοῖς δύναιντο, οἳ ἂν μὴ ἐπὶ τέχνῃ μηδὲ προσέχοντες ξυνῶσιν. ἀλλ' εἴ δυσωπῇ μαθητὴν Ὁμήρου τὸν Σωκράτην καλεῖν, ζηλωτὴν δὲ μόνον, οὐδέν μοι διοίσει. - (6) Ἐμοὶ μὲν οὐχ ἧττον παράδοξον τοῦτο ἐκείνου δοκεῖ. Ὅμηρος μὲν γὰρ ποιητὴς γέγονεν οἷος οὐδεὶς ἄλλος˙ Σωκράτης δὲ φιλόσοφος. - Δ. Εἶεν˙ οὕτως μὲν οὐδὲ Ἀρχίλοχον εἴποις ἂν Ὁμήρου ζηλωτήν, ὅτι μὴ τῷ αὐτῷ μέτρῳ κέχρηται εἰς ὅλην τὴν ποίησιν, ἀλλ' ἑτέροις τὸ πλέον, οὐδὲ Στησίχορον, ὅτι ἐκεῖνος μὲν ἔπη ἐποίει, Στησίχορος δὲ μελοποιὸς ἦν. - (7) Ναί˙ τοῦτό γε ἅπαντές φασιν οἱ Ἕλληνες, Στησίχορον Ὁμήρου ζηλωτὴν γενέσθαι καὶ σφόδρα γε ἐοικέναι κατὰ τὴν ποίησιν. Σωκράτης δὲ κατὰ τί σοι δοκεῖ Ὁμήρῳ ἐοικέναι; - Δ. Τὸ μὲν πρῶτον καὶ μέγιστον κατὰ τὸ ἦθος. οὐδέτερος γὰρ αὐτοῖν ἀλαζὼν ἦν οὐδὲ ἀναιδής, ὥσπερ οἱ ἀμαθέστατοι τῶν σοφιστῶν. Ὅμηρος μὲν γὰρ οὐδὲ ὁπόθεν ἦν εἰπεῖν ἠξίωσεν οὐδὲ ὧντινων γονέων οὐδὲ ὅστις αὐτὸς ἐκαλεῖτο. ἀλλὰ ὅσον ἐπ' ἐκείνῳ καὶ τὸ ὄνομα ἠγνοοῦμεν ἂν τοῦ γράψαντος τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν. (8) Σωκράτης δὲ τὴν μὲν πατρίδα οὐχ οἷός τ' ἦν ἀποκρύψασθαι διὰ τὸ μέγεθος καὶ τὸ σφόδρα ἐνδόξους εἶναι τὰς Ἀθήνας καὶ τῶν Ἑλλήνων ἄρχειν κατ' ἐκεῖνον τὸν χρόνον˙ οὐδὲν δὲ πώποτε εἶπεν ὑπὲρ αὑτοῦ μέγα οὐδὲ προσεποιεῖτο σοφίαν οὐδεμίαν, καίτοι τοῦ Ἀπόλλωνος χρήσαντος ὡς εἴη σοφώτατος Ἑλλήνων καὶ βαρβάρων. τελευταῖον δὲ οὐδὲ τοὺς λόγους αὐτὸς κατέλιπε γράψας, καὶ ταύτῃ γε ὑπερέβαλε τὸν Ὅμηρον. ὥσπερ γὰρ τὸ ὄνομα τὸ ἐκείνου παρ' ἑτέρων ἀκούοντες ἴσμεν, οὕτω καὶ τοὺς λόγους τοὺς Σωκράτους ἄλλων καταλιπόντων. οὕτως ἄγαν κεκολασμένω ἤστην καὶ ἐσωφρονείτην ἄμφω τὼ ἄνδρε. (9) ἔπειτα ὑπερεῖδον κτήσεως χρημάτων ὁμοίως Σωκράτης τε καὶ Ὅμηρος. πρὸς δὲ τούτοις ὑπὲρ τῶν αὐτῶν ἐσπουδαζέτην καὶ ἐλεγέτην, ὁ μὲν διὰ τῆς ποιήσεως ὁ δὲ καταλογάδην˙ περὶ ἀρετῆς ἀνθρώπων καὶ κακίας καὶ περὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ περὶ ἀληθείας καὶ ἀπάτης καὶ ὅπως δοξάζουσιν οἱ πολλοὶ καὶ ὅπως ἐπίστανται οἱ φρόνιμοι. καὶ μὴν εἰκάσαι καὶ παραβαλεῖν ἱκανώτατοι ἦσαν. - Τοῦτο μὲν θαυμαστόν, εἰ ταῖς Ὁμήρου παραβολαῖς πυρὸς καὶ ἀνέμων καὶ θαλάττης καὶ ἀετῶν καὶ ταύρων καὶ λεόντων καὶ τῶν ἄλλων, οἷς ἐκόσμησε τὴν ποίησιν Ὅμηρος, σὺ παραβαλεῖν ἀξιώσεις τοὺς Σωκράτους κεραμέας καὶ [τοὺς] σκυτοτόμους. - cf. ibid. 11-13: καὶ μὴν ὥσπερ Ὅμηρος διά τε μύθων καὶ ἱστορίας ἐπεχείρησε τοὺς ἀνθρώπους παιδεύειν, σφόδρα ἐργώδεις ὄντας παιδευθῆναι, καὶ Σωκράτης πολλάκις ἐχρῆτο τῷ τοιούτῳ, ποτὲ μὲν σπουδάζειν ὁμολογῶν, ποτὲ δὲ παίζειν προσποιούμενος, τούτου ἕνεκεν ἀνθρώπους ὠφέλει˙ ἴσως δὲ προσέκρουσε τοῖς μυθολόγοις καὶ τοῖς συγγραφεῦσιν. (12) οὐ τοίνυν οὐδὲ τοὺς περὶ Γοργίαν ἢ Πῶλον ἢ Θρασύμαχον ἢ Πρόδικον ἢ Μένωνα ἢ Εὐθύφρονα ἢ Ἄνυτον ἢ Ἀλκιβιάδην ἢ Λάχητα μάτην ἐποίει λέγοντας, ἐξὸν ἀφελεῖν τὰ ὀνόματα˙ ἀλλὰ ᾔδει τούτῳ καὶ μάλιστα ὀνήσων τοὺς ἀκούοντας, εἴ πως ξυνεῖεν˙ ἀπὸ γὰρ τῶν λόγων τοὺς ἀνθρώπους καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς λόγους ξυνορᾶν οὐ ῥᾴδιον ἄλλοις ἢ τοῖς φιλοσόφοις καὶ τοῖς πεπαιδευμένοις. οἱ δὲ πολλοὶ μάτην οἴονται τὰ τοιαῦτα λέγεσθαι καὶ ὄχλον ἄλλως καὶ φλυαρίαν ἡγοῦνται. (13) Σωκράτης δὲ ἐνόμιζεν, ὁσάκις μὲν ἀλαζόνα ἄνθρωπον εἰσάγει, περὶ ἀλαζονείας λέγειν˙ ὁπότε δὲ ἀναίσχυντον καὶ βδελυρόν, περὶ ἀναιδείας καὶ βδελυρίας˙ ὁπότε δὲ ἀγνώμονα καὶ ὀργίλον, ἀγνωμοσύνης καὶ ὀργῆς ἀποτρέπειν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τὰ πάθη καὶ τὰ νοσήματα ἐπ' αὐτῶν τῶν ἀνθρώπων τῶν ἐχομένων τοῖς πάθεσιν ἢ τοῖς νοσήμασι σαφέστερον ἐδείκνυεν ὁποῖά ἐστιν ἢ εἰ τοὺς λόγους ψιλοὺς ἔλεγε. cf. ibid. 21-22: μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν; οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλ' Ἀνύτῳ μὲν διαλεγόμενος βυρσέων ἐμέμνητο καὶ σκυτοτόμων. εἰ δὲ Λυσικλεῖ διαλέγοιτο, ἀμνίων καὶ κωδίων˙ Λύκωνι δὲ δικῶν καὶ συκοφαντημάτων, Μένωνι δὲ τῷ Θετταλῷ περὶ ἐραστῶν καὶ ἐρωμένων.