V B 449

V B 449 DEMETR. de elocut. 260:
καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀνθρώπους καλοκἀγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον.