V B 452

V B 452 DIOG. LAERT. VI 61:
ἰδὼν [scil. Diogenes] Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, "ἴδε," ἔφη "κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται."
PLUTARCH. de curios. 12 p. 251 B:
ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφ' ἅρματος καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλ' ὑποβλέποντα καὶ παρεπιστρεφόμενον, "ὁρᾶτ'" εἶπε "τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον;"
AELIAN. var. hist. XII 58:
Διώξιππος Ὀλυμπιονίκης ἀθλητής ὁ Ἀθηναῖος ἐσήλαυνεν ἐς τὰς Ἀθήνας κατὰ τὸν νόμον τῶν ἀθλητῶν συνέρρει τοίνυν τὰ πλήθη, καὶ ἄλλος ἀλλαχόθεν ἐκκρεμαννύμενος ἐθεῶντο αὐτόν˙ ἐν δὲ τοῖς καὶ γυνὴ κάλλει διαπρέπουσα ἀπήντησε τῇ θέᾳ. ἰδὼν δὲ αὐτὴν ὁ Διώξιππος παραχρῆμα ἡττήθη τοῦ κάλλους, καὶ διετέλεσεν ἀποβλέπων τὴν ἄνθρωπον καὶ ἐπιστρεφόμενος καὶ ἐς πολλὰς τὸ πρόσωπον ἀλλάττων χρόας. ἐκ δὴ τούτων πολλοῖς ἐγένετο κατάφωρος μὴ ἀργῶς ἰδὼν τὴν ἄνθρωπον. μάλιστα δὲ αὐτοῦ τὸ πάθος κατέγνω [χρυσοῦν κάτοπτρον Κορινθιουργὲς ἐπιπράσκετο] Διογένης ὁ Σινωπεύς, καὶ πρὸς τοὺς πλησίον "ὁρᾶτε" εἶπε "τὸν ἀθλητὴν ὑμῶν τὸν μέγαν ὑπὸ παιδίσκης ἐκτραχηλιζόμενον."