I C 456

ANONYM. paraphr. in Aristot. soph. elench. p. 66, 38 - 67, 1:
ὁ γὰρ διαλεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ. διὰ τοῦτο Σωκράτης διαλεκτικὸς ἄκρος ὢν ἠρώτα, ἀλλ' οὐκ ἀπεκρίνατο˙ ὡμολόγει γὰρ οὐκ εἰδέναι.
SCHOL. in Aristoph. nub. 98:
οὗτοι διδάσκουσι, ἀργύριον ἤν τις διδῷ; καὶ τοῦτο ψεῦδος, διαβολῆς χάριν. οὐδεὶς γὰρ μισθὸν ἐτέλει Σωκράτει, ἐπεὶ κακεῖνος ἔφασκε μηδὲν εἰδέναι. διόπερ καὶ ὑπὸ τοῦ Πυθίου σοφὸς ἐκρίθη. τοῦτο γὰρ αὐτοῦ πρῶτον ἔκρινεν σοφοῦ εἶναι, τὸ γνωρίσαι ὅτι μηδὲν οἷδε. πῶς οὖν ἂν μισθὸν ἐπράττετο παρὰ τῶν συνόντων ὁ περὶ αὑτοῦ βεβαιούμενος ὅτι οὐδὲν οἷδεν;