I C 460

I C 460 ARISTOCLES fr. 1 Heiland [ap. EUSEB. praep. evang. XI 3, 2 p. 510 C]:
οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ [3] ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς [5] σκέψεις, ἔτι δὲ τὴν περὶ ἰδεῶν, πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι˙ πάντα δὲ [6] ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. [cf. I H 4]
ASPAS. in Aristot. eth. nicom. p. 2, 4-9:
ὅτι μὲν οὖν τιμιωτέρα ἐστὶν ἡ σοφία τῆς πολιτικῆς, ἐκ τούτων καὶ τῶν τοιούτων ἄν τις κατανοήσειεν, ἡ δὲ ἠθική, καθάπερ προείρηται, ἀναγκαιοτάτη˙ ἡμῖν δὲ καὶ πρώτως ταύτην ἐπιτηδεύειν προσήκει καὶ λόγῳ καὶ ἔργῳ, ὥσπερ καὶ Σωκράτης ἠξίου, οὐκ ἀτιμάζων τὴν περὶ τὰ θεῖα γνῶσιν καὶ τῶν φύσει συντεινόντων παριεὶς τὴν ἐπιστήμην ὡς περιττήν, ἀλλ' ἀναγκαίαν ἡγούμενος τὴν τοῦ ἤθους ἐπιμέλειαν. GALEN. de plac. Hipp. et Plat. IX p. 799, 16 - 800, 16 Mueller [ = IV A 169].