I C 461

PROCL. in Plat. Parm. III 4 p. 610, 3-8 Stallbaum:
καὶ δεῖ λαβεῖν ἐκ τούτων ἐχεγγυωτέρων ὄντων, ὅτι ἄρα οὐ μόνον τῶν ὁριστῶν ἔσχεν ἔννοιαν ὁ Σωκράτης, ἀλλὰ καὶ αὐτῶν τῶν χωριστῶν εἰδῶν, οὐδ', ὡς Ἀριστοτέλης φησὶν, ἐπήχθη ἂν εἰς τὴν ἐκείνων θέσιν ἐκ τῆς περὶ τοὺς ὁρισμοὺς διατριβῆς, ἀλλ' ὅτι διὰ θείαν ὄντως ὁρμὴν καὶ ταῖς ἰδέαις αὐτὸς ἐπέβαλεν.