I C 465

I C 465 SEXT. EMP. adv. math. VII 8-10:
πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἵδε, τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους, εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὡς ὑπὲρ ἡμᾶς καθεστηκὸς καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ' αὐτὸν οἶδε καὶ ὁ Τίμων, ἐν οἷς φησιν [fr. 25 Diels].
[7] ἐκ δ' ἄρα τῶν ἀπέκλινεν 〈ὁ〉 λαξόος, ἐννομολέσχης,
τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν˙ διὸ καὶ ἐννομολέσχης προσέθηκεν, ἅτε τοῦ ἠθικοῦ μέρους ὄντος τοῦ περὶ νόμων διαλέγεσθαι. (9) ὁ μὲν γὰρ Πλάτων παντὸς μέρους φιλοσοφίας αὐτῷ μεταδίδωσιν, τοῦ μὲν λογικοῦ παρόσον περὶ ὅρων καὶ διαιρέσεων καὶ ἐτυμολογίας παρεισῆκται ζητῶν, ἅπερ ἐστὶ λογικά, τοῦ δὲ ἠθικοῦ ὅτι περὶ ἀρετῆς καὶ πολιτείας καὶ νόμων διασκέπτεται, (10) τοῦ δὲ φυσικοῦ ὅτι καὶ περὶ κόσμου τι καὶ περὶ ζῳογονίας καὶ ψυχῆς πεφιλοσόφηκεν. ἔνθεν καὶ ὁ Τίμων [fr. 62 Diels] αἰτιᾶται τὸν Πλάτωνα ἐπὶ τῷ οὕτω καλλωπίζειν τὸν Σωκράτην πολλοῖς μαθήμασιν˙ "ἢ γάρ, φησί, τὸν οὐκ ἐθέλοντα μειναι ἠθολόγον".