I C 466

I C 466 THEMIST. orat XXXIV 5 [ = IV A 166]; cf. EUSEB. praep. evang. XV 62, 10-11 pp. 854 D-855 A:
ὅθεν ὀρθῶς εἶπε Σωκράτης καὶ λίαν καλῶς, ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς˙ εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτη δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν.
[7] ὅττι οἱ ἐν μεγάροισι κακόν 〈τ'〉 ἀγαθόν τε τέτυκται.