V B 468

V B 468 TELES. p. 8, 3-9, 2 [= STOB. III 1, 98]:
ποῖον γάρ σοι τοιοῦτον οἰκητήριον, φησὶν ὁ Διογένης, τοῦ θέρους, οἷον ἐμοὶ ὁ παρθενὼν οὗτος, εὔπνους καὶ πολυτελής; εἰ ταῦτα λέγοι ἡ Πενία, τί ἂν ἔχοις ἀντειπεῖν; ἐγὼ μὲν γὰρ <ἂν> δοκῶ ἄφωνος γενέσθαι. ἀλλ' ἡμεῖς πάντα μᾶλλον αἰτιώμεθα ἢ τὴν ἑαυτῶν δυστροπίαν καὶ κακοδαιμονίαν, τὸ γῆρας, τὴν πενίαν, τὸν ἀπαντήσαντα, τὴν ἡμέραν, τὴν ὥραν, τὸν τόπον. διό φησιν ὁ Διογένης φωνῆς ἀκηκοέναι κακίας ἑαυτὴν αἰτιωμένης,
οὔτις ἐμοὶ τῶνδ' ἄλλος ἐπαίτιος, ἀλλ' ἐγὼ αὐτή.
παράφοροι δὲ πολλοὶ οὐχ ἑαυτοῖς ἀλλὰ τοῖς πράγμασι τὴν αἰτίαν ἐπάγουσι.
GNOM. PARIS. n. 331:
Διογένης ἔφασκε φωνῆς ἀκηκοέναι κακίας αὐτὴν αἰτιωμένης καὶ λεγούσης "οὔτις ἐμοὶ τῶν <δ'> [κακῶν] ἄλλος ἐπαίτιος, ἀλλ' ἐγὼ αὐτή."