I C 467

I C 467 THEMIST. orat. XXVI p. 317 D - 318 C:
ἀλλὰ Σωκράτης ὁ [2] γενναῖος ἆρα τὴν ἀρχαίαν καὶ τετριμμένην ἐβάδιζε καὶ ἐγκατέμενε τοῖς ἴχνεσι [3] τοῦ Ἀρχελάου; ἢ τούτου γε ἔτι μείζων ἡ φιλοτιμία καὶ ἡ θρασύτης, καὶ οὐχ ὅσον ἐφευρεῖν τι καὶ ἐπανορθῶσαι, ἀλλ' ὁλόκληρον μεταθεῖναι καὶ μετενεγκεῖν τὴν τῶν λόγων ὑπόθεσιν; τῶν γὰρ πρὸ αὐτοῦ σχεδόν τι ἁπάντων φροντιζόντων περὶ τοῦ οὐρανοῦ καὶ ὅπως ἔχει ἡ γῆ θέσεώς τε καὶ σχήματος καὶ ἐξ ὧν γεννᾶται τὰ ζῷα καὶ ἐξ ὧν φύεται τὰ φυτά, οὗτος ταῦτα μὲν οὐκ ἐνόμιζεν εὑρετὰ εἶναι ἀνθρώπῳ, ἀλλὰ κατατρίβειν τὸν βίον καὶ τῶν ὠφελίμων ἀποκωλύειν. ὅθεν δὲ χρὴ γενέσθαι ἄνδρα καλόν τε καὶ ἀγαθόν, ταῦτα ἐφρόντισε πρῶτος καὶ ὑπετείνατο, καὶ ὅ τι ποτέ ἐστιν ἀρετὴ ἀνθρώπου καὶ ὅπως ἂν παραγένοιτο, καὶ ὅ τι ποτέ ἐστι κακία καὶ ὅπως ἂν αὐτὴν ἀποφυγγάνοι. αὐθάδη μὲν γὰρ ταῦτα Σωκράτους, αὐθαδέστερον δὲ ἔτι μᾶλλον ὅτι τοὺς λόγους τούτους οὐκ ἐν ἀπορρήτῳ ἐποιεῖτο οὐδὲ πρὸς μόνους τοὺς [14] μαθητάς ἀλλὰ πρὸς πάντας ἀνθρώπους, ὥς που αὐτός φησιν, ἐκκεχυμένως [15] καὶ ἐπὶ τῶν τραπεζῶν καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ ἐν ταῖς παλαίστραις. καὶ περιέρρεον αὐτὸν κύκλῳ οἱ κοροπλάσται καὶ οἱ χαλκοτύποι, ὁπότε πράγματα παρέχοι ἢ στρατηγῷ, διαπειρώμενος εἴ τι ἐπίσταιτο ὑπὲρ ἀνδρείας, ἢ δημαγωγῷ, εἴ τι ἐπίσταιτο ὑπὲρ πολιτείας ὀρθῆς, ἢ ῥήτορι, εἰ γινώσκοι ἐξ ὁπόσων πείθεται καὶ ἀνάγεται ἀνθρώπου ψυχή, ἢ ποιητῇ, ὁποῖα ὠφέλιμα τῶν ποιημάτων. ὅθεν δὴ καὶ τὸ ἔχθος αὐτῷ πολὺ ξυνελέγη καὶ ἀπήλαυσε τῆς φιλανθρωπίας ἅττα ἀπήλαυσεν.