V B 469

V B 469 TELES. p. 10, 6-11, 1 [= STOB. III 1, 98]
καὶ σὺ πρὸς τὰ παρόντα χρῶ. γέρων γέγοντας˙ μὴ ζήτει τὰ τοῦ νέου. ἀσθενὴς πάλιν˙ μὴ ζήτει τὰ τοῦ ἰσχυροῦ [φορτία βαστάζειν καὶ διατραχηλίζεσθαι], ἀλλ' [4] ὥσπερ Διογένης, ἐπεί τις ὤθει καὶ ἐτραχήλιζεν ἀσθενῶς ἔχοντα, οὐ διετραχηλίζετο, ἀλλὰ δείξας αὐτῷ τὸν κίονα "βέλτιστε" φησὶ "τοῦτον ὤθει προσστάς."
GNOM. PARIS. n. 332:
τῷ αὐτῷ Διογένει ἐπέθηκέ τις βάρος οὐ φορητόν˙ ὡς δὲ πιεζόμενος οὐ δυνατῶς εἶχε πορεύεσθαι, δείξας αὐτῷ κίονα "βέλτιστε" φησὶ "τοῦτον ὥθει."