V B 470

V B 470 EPICTET. dissert. II 3, 1:
καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ' αὐτοῦ λαβεῖν συστατικὰ "ὅτι μὲν ἄνθρωπος," φησίν, "εἶ, καὶ ἰδὼν γνώσεται˙ εἰ δ' ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δ' ἄπειρος, οὐδ' ἂν μυριάκις γράψω αὐτῷ."