[43] πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος, "νικᾷ Διώξιππος ἄνδρας," "οὗτος μὲν δὴ ἀνδράποδα, ἄνδρας δ' ἐγώ."
Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων˙ μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον˙ καὶ ἐρωτηθεὶς τίς εἴη, ἀπεκρίνατο, "κατάσκοπος τῆς σῆς ἀπληστίας." ὅθεν θαυμασθεὶς ἀφείθη.

[43] [40110] Πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος˙ "Νικᾷ Διώξιππος ἄνδρας," "Οὗτος μὲν δὴ," 〈ἔφη,〉 ἀνδράποδα, ἄνδρας δὲ ἐγώ."
[40115] Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων˙ μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. Φησὶ δὲ Διονύσιος ὁ Στωϊκὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον˙ καὶ [40120] ἐρωτηθεὶς τίς εἴη, ἀπεκρίνατο˙ "Κατάσκοπος τῆς σῆς ἀπληστίας." Ὅθεν θαυμασθεὶς ἀφείθη.