V B 471 c

COD. PATM. 263 n. 60:
παριὼν δέ ποτε τελώνιον ἐρωτηθεὶς μή, τι φέρει τῶν τιμίων, συγκατέθετο˙ ὡς δὲ οὐδὲν εὖρεν ὁ τελώνης ἐρευνῶν καὶ τὸν Διογένην τῆς χλεύης κατηγόρει γυμνώσας τὰ στέρνα, "ἐγὼ μὲν," εἶπεν, "μεστὸν φέρω πολλῶν ἀγαθῶν τουτὶ τὸ ἀγγεῖον σὺ δ' ὁρᾶν οὐ δύνῃ, κεκλεισμένους ἔχων τοὺς τῆς ψυχῆς ὀφθαλμούς."