I C 470

XENOPH. epist. I [ = STOB. II 1, 29]:
Ξενοφῶντος ἐκ τῆς ἐπιστολῆς τῆς Πρὸς Αἰσχίνην. - συντυχών μοι Ἑρμογένης τά τε ἄλλα διεξῄει, καὶ περὶ σοῦ δὲ πυθομένῳ, ἥν τινα ἔχοις φιλοσοφίας ἐπιμέλειαν, ἀπεκρίνατο, τὴν αὐτὴν Σωκράτει. ἐγὼ δὲ καὶ ἡνίκα Ἀθήνῃσι διέτριβον, τῆς γνώμης σε ἠγάσθην. ὥσπερ οὖν ἠρξάμην σε θαυμάζων, οὕτω καὶ νῦν παρ' ὁντινοῦν τῶν σοφίαν ἀσπασαμένων τεθαύμακα τὸ ἀμετάκλαστόν σου τῆς γνώμης (μέγιστον γάρ, ὡς ἐγᾦμαι, τεκμήριον ἀρετῆς) ἁλόντος ὑπὸ τἀνδρὸς ἐκείνου, εἴπερ θνητοῦ καλεῖν τὸν Σωκράτους οἷόντε βίον. ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς, παντὶ δῆλον˙ ἀπόχρη δὲ τὸ κρεῖττον τῆς δυνάμεως αὐτοὺς σέβειν. οἷοι δ' εἰσίν, οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν˙ οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλους δεῖ εἰδέναι, οἷς οὐδὲν πλέον ὑπηρεσίας προσήκει. πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικῆς 〈μὲν〉 γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων ξυνιέντα. διετέλει δὲ ἑκάστοτε αὐτὸς λέγων τί καλὸν καὶ τί ἀνδρεία τε καὶ δικαιοσύνη καὶ αἱ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν ταῦτα ἀγαθὰ ἐκάλει˙ τὰ δ' ἄλλα ἢ ἀδύνατα ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετὰ ὀφρύος σοφιστῶν 〈παίγνια〉 διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ᾔδει δὲ πράττειν. παυσάσθωσαν οὖν ἐλεγχόμενοι 〈ἢ〉 πρὸς τὸ εἰκὸς ἴτωσαν, οἷς Σωκράτης οὐκ ἤρεσκεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν˙ οἱ δὲ ἑκτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν, καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας, ὧν τὸ μὲν περιττὸν καὶ τὸ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος καὶ ἀντὶ λιτῆς διαίτης Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.