I C 472

[GALEN.] hist. phil. 1 [ = Dox. gr. p. 597, 2 - 598, 2 D.]:
τῶν ἐξ ἀρχῆς φιλοσοφησάντων φυσιολογεῖν μόνον προελομένων καὶ τοῦτο τέλος τῆς κατ' αὐτοὺς φιλοσοφίας πεποιημένων ἐπιγεγονὼς πολλοῖς ὕστερον χρόνοις Σωκράτης τοῦτο μὲν ἀνέφικτον ἔφησεν ἀνθρώποις ὑπάρχειν (τῶν γὰρ ἀδήλων κατάληψιν βεβαίαν [εἶναι] λαβεῖν τῶν χαλεπωτάτων ἐνόμισε), τὸ δὲ ζητεῖν, ὅπως ἄμεινον διάγοι τις καὶ τῶν μὲν κακῶν ἀποτραπείη, τῶν δὲ καλῶν ὡς πλείστων μετάσχοι, τοῦτο μᾶλλον συνοίσειν. καὶ τοῦτο νομίσας χρησιμώτερον τῆς μὲν φυσιολογίας ἠμέληκεν ὡς οὐ πάνυ τι πρὸς τὸν χρηστὸν βίον συμβαλλομένης, ἠθικὴν δέ τινα διάθεσιν ἐπινενοηκὼς διαγνωστικὴν ἀγαθῶν τε καὶ κακῶν αἰσχρῶν τε καὶ καλῶν δικαίων τε καὶ τῶν ἐναντίων, τοὺς προνοουμένους ταύτης πάντων ἀπηλλάχθαι τῶν ἀλυσιτελῶν ἡγεῖτο ῥᾳδίως. [διὸ προσεπάγει τῇ φιλοσοφίᾳ τὸ ἠθικόν, καθ' ὃ συνέστησε τὴν προαίρεσιν τῶν κάλλιστα ζῆν πεισθησομένων.] κατιδὼν δὲ ὅτι δεήσει τοὺς τούτων προστησομένους εὐπειθείας μετέχειν, τοῦτο δ' ἂν ὑπάρξειεν, εἰ λόγοις διαλεκτικοῖς φαίνοιντο πρὸς τοὺς προσιόντας καλῶς κεχρημένοι, καὶ τὴν διαλεκτικὴν [δύναμιν, δι' ἧς πείθονται ταχέως] ἐπινενόηκεν, ὡς ἀπαλλαξόμεθα τῶν βλαβερῶν, ἐπελευσόμεθα δὲ ἐπὶ τὰ πάντως ὠφελεῖν πεφυκότα. ὥστε διὰ τὸν Σωκράτην γενέσθαι τριμερῆ τὴν φιλοσοφίαν πρότερον ἐπὶ τοῖς φυσικοῖς μόνοις ὁρίζεσθαι δοκοῦσιν.