V B 474

V B 474 MARC. AUREL. XI 6, 4:
μετὰ δὲ τὴν τραγῳδίαν ἡ ἀρχαία κωμῳδία παρήχθη, παιδαγωγικὴν παρρησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δι' αὐτῆς τῆς εὐθυρρημοσύνης ὑπομιμνῄσκουσα˙ πρὸς οἷόν τι καὶ Διογένης ταυτὶ παρελάμβανεν.
DIO. CHRYSOST. orat. LXXII (55) 11:
πυνθανόμενοι ῭. . .῭ καὶ περὶ Διογένους, ὅτι καὶ αὐτὸς πρὸς ἅπαντα εὐπόρει λόγου καὶ ἀποκρίσεως. καὶ τὰ μὲν τούτου καὶ διαμνημονεύουσιν οἱ πολλοί, τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων.