V B 476

V B 476 STOB. III 13, 37 [= DIO. CHRYSOST. orat. IX (8) 6-7 = V B 585]
ἐκ τῶν Διογένους Διατριβῶν. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύσασθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν, δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτω καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον. καὶ ἄλλων μὲν ἥδοντο λοιδορουμένων, αὐτοὶ δ' ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον˙ ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν.