V B 481

V B 481 SIMPL. in Aristot. phys. p. 1012, 22-26:
τέτταρας εἶναί φησι τοὺς περὶ κινήσεως τοῦ Ζήνωνος λόγους, δι' ὧν γυμνάζων τοὺς ἀκροωμένους ἀναιρεῖν ἐδόκει τὸ ἐναργέστατον ἐν τοῖς οὖσι, τὴν κίνησιν. ὥστε καὶ Διογένη τὸν κύνα τῶν ἀποριῶν ποτε τούτων ἀκούσαντα μηδὲν μὲν εἰπεῖν πρὸς αὐτάς, ἀναστάντα δὲ βαδίσαι καὶ διὰ τῆς ἐναργείας αὐτῆς λῦσαι τὰ ἐν τοῖς λόγοις σοφίσματα. cf. ibid. p. 1205, 26.