C 490

THEMIST. orat. XXXIV 26-27:
πολλῷ γὰρ εἶναι συγγενεστέραν τοῖς ἀρχομένοις ταύτην ἀπέφηνε τὴν ἀρχὴν Σωκράτης ὁ Σωφρονίσκου. ὁ δὲ αὐτὸς οὗτος Σωκράτης ἀπεδέχετο καινῶς τὸν θρυλούμενον λόγον ὑπὲρ ἀνδρὸς δικαίου καὶ δὴ καὶ δικαιοσύνης, ὅτι μὲν δεῖ τοὺς φίλους εὖ ποιεῖν, τοὺς δὲ ἐχθροὺς βλάπτειν, τὸ μὲν ἥμισυ φυλάττων τοῦ λόγου, τὸ δὲ ἥμισυ διορθούμενος. τὸ μὲν γὰρ φίλους εὖ ποιεῖν συνωμολόγει, τοὺς δὲ ἐχθροὺς οὐ βλάπτειν, ἀλλὰ φίλους ποιεῖν, τοῦτο δὲ ἐπανώρθου. (27) εἰ μὲν οὖν τινα τῶν τοὺς τρίβωνας ἠμφιεσμένων τούτου κατήκοον ἴσμεν, καὶ τοῦτον ἐπαινεσόμεθα καὶ ζηλώσομεν, ὡς αὐτῷ γε οὐκ ἐξεγένετο Σωκράτει ἀπόνασθαι τῆς αὐτοῦ γνώμης, οὐδὲ ἐδυνήθη τὸν Μέλητον ἢ τὸν Ἄνυτον ἢ τὸν Λύκωνα προσαγαγέσθαι. βασιλέα μέντοι γε ἴσμεν καὶ ὁρῶμεν ὁσημέραι τοὺς μὲν φίλους εὖ ποιοῦντα καὶ ὅσαι ὧραι, τοὺς δὲ ἐχθροὺς ὁλόκληρα γένη καὶ ἔθνη μετασκευάσαντα εἰς εὔνοιαν ἐκ δυσμενείας. ὃ οὖν καὶ Σωκράτης ἐπαινεῖ καὶ Πλάτων θαυμάζει, παρὰ τούτου τοῦ βασιλέως ἐγὼ κληθεὶς ἐπὶ τὰ κοινὰ μερίτης καὶ προστατήσας θατέρου τῶν τῆς γῆς ὀφθαλμῶν οὐκ ἐγενόμην, ὦ τᾶν, χθαμαλώτερος οὐδὲ ἀποβέβληκα φιλοσοφίαν, ἀλλὰ προσείληφα ἐργασίαν.