I C 491

I C 491 PROCL. dec. dub. 53, 26-30:
καὶ Σωκράτης παρακελεύεται τοῖς ἁμαρτάνουσι προσάγειν ἑαυτοὺς τοῖς δικασταῖς, ἵνα δόντες δίκην ἀπαλλαγῶσι τῆς μοχθηρίας, τὸν ἀκόλαστον τοῦ κολασθέντος μειζόνως κολάζεσθαι πεπεισμένος καὶ ἡμᾶς πείθων, ὅτι μεῖζον κακὸν ἔχειν τὸ κακὸν ἢ ἀπαλλάττεσθαι τοῦ κακοῦ μετὰ τοῦ ἀλγεῖν.