I C 493

PLUTARCH. an seni resp. ger. 26 p. 796 D [e DICAEARCHO fr. 29 Wehrli]:
Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτ' εἰς θρόνον καθίσας οὔθ' ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ παίζων, ὅτε τύχοι, καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ [συν]δεδεμένος καὶ πίνων τὸ φάρμακον ἐφιλοσόφει˙ πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι μέρει [χρόνῳ], καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι, φιλοσοφίαν δεχόμενον.