I C 498

MAXIM. TYR. philos. XXXIX 5:
ἀντιθώμεν εὐδοξία γένος˙ τίς κρατεῖ; τίνι δῶμεν τὰ νικητήρια φέροντες; Σωκράτης πένης, Σωκράτης αἰσχρός, Σωκράτης ἄδοξος, Σωκράτης δυσγενής, Σωκράτης ἄτιμος. πῶς γὰρ οὐκ αἰσχρὸς καὶ ἄτιμος καὶ δυσγενὴς καὶ ἄδοξος καὶ πένης ὁ τοῦ λιθοξόου, ὁ σιμός, ὁ προγάστωρ, ὁ κωμῳδούμενος, ὁ εἰς δεσμωτήριον ἐμβαλλόμενος, ἀποθνήσκων ἐκεῖ, ἔνθα καὶ Τιμαγόρας ἀπέθανεν; ὦ τῆς ἐρημίας τῶν ἀγαθῶν˙ ὀκνῶν γὰρ εἰπεν πλῆθος κακῶν. τί τούτοις ἀντιθῶμεν; τί φῶμεν; παράβαλλε τοῖς ἀνταγωνισταῖς τὸν Σωκράτην ἐν κτήσει ἀγαθῶν˙ οὐχ ὁρᾷς ἡττώμενον ἐν πλούτῳ Καλλίου, ἐν σώματι Ἀλκιβιάδου, ἐν τιμῇ Περικλέους, ἐν δόξῃ Νικίου, ἐν θεάτρῳ Ἀριστοφάνους, ἐν δικαστηρίῳ Μελήτου; μάτην ἄρα αὐτῷ ὁ Ἀπόλλων τὰ νικητήρια ἔδωκεν, μάτην ἐπεψηφίσατο.