HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,499
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,499.rdf
I C 499
AELIAN. var. hist. X 14:
Σωκράτης ἔλεγεν ὅτι ἡ ἀργία ἀδελφὴ τῆς ἐλευθερίας ἐστί. καὶ μαρτύριον ἔλεγεν ἀνδρειοτάτους καὶ ἐλευθεριωτάτους Ἰνδοὺς καὶ Πέρσας, ἀμφοτέρους δὲ πρὸς χρηματισμὸν ἀργοτάτους εἶναι. Φρύγας δὲ καὶ Λιδοὺς ἐργατικωτάτους, δουλεύειν δέ.