V B 503

V B 503 AELIAN. var. hist. IX 19:
ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένης ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος "αἰσχύνῃ" ἔφη "Δημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθ' ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι," τοὺς δημότας λέγων καὶ τοὺς καθ' ἕνα, δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί.