I C 502

I C 502 PLUTARCH. adv. Colot. 17 p. 1116 E - 21 p. 1118 C:
ἀλλ' ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος .... εὐθὺς οὖν τὸν ἀφ' ἱερᾶς κεκίνηκεν ὁ Κωλώτης, καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, ὃν ἴσμεν ἅπαντες, ταῦτ' ἐπείρηκε˙ "τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ [6] φορτικὸν διήγημα εἶναι παρήσομεν." φορτικὸς οὖν ὁ Πλάτων ὁ τοῦτον [7] ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω˙ φορτικώτεροι δὲ Λακεδαιμόνιοι τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες˙ σοφιστικὸν δ' ἦν διήγημα τὸ Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν κατεναυμάχησε τὸν βάρβαρον˙ φορτικοὶ δ' οἱ τῆς Ἑλλάδος νομοθέται (1117) τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους "βρόμους" καί "ὀλολυγμούς" καί "κροτοθορύβους" καί "σεβάσεις" καί "ἐπιθειάσεις", αἷς προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐπὶ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; [..... sequuntur Epicuri [fr. 116 Usener p. 137] et Metrodori [fr. 38 Koerte] verba et quae Plutarchus refert de Colotis in Epicurum veneratione [fr. 141 Usener p. 145] .... (18) ....] καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι "σιτία προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δ' εὐδιάβατοι γένωνται, τοῖς ποσίν" ἐπιπεφώνηκεν˙ "ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες˙ καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα δ' ἔπραττες." [24] πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τὸ ἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα˙ "πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καὶ τέκνων˙ οὕτω γάρ μοι λέγειν ἐπέρχεται," τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δ' ἔπραττε, [30] θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν [31] τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος˙ οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.
(19) ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν. ἓν γάρ ἐστι τῶν Ἐπικούρου δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς [.... sequuntur quae Plutarchus Coloti opposuit .... (1118) ....] (20) περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδ' αὐτὸς 〈αὑτὸν〉 εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς οὐδέποτε πρὸς τούτῳ [43] γενόμενος, ὁ δ' Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος "ἐδιζησάμην" φησίν "ἐμεωυτόν," καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον [45] ἐδόκει τό "γνῶθι σαυτόν"˙ ὃ δὴ καὶ Σωκράτει 〈τῆς〉 ἀπορίας καὶ ζητήσεως [46] ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε. Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος τοῦτ' αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς; [..... sequuntur Epicuri verba [fr. 314 Usener p. 218].
PLUTARCH. adv. Colot. 2 p. 1108 B:
"λεκτέον μέν" ἔφην "ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπ' ὀργῆς, δι' ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τοῦ ἀνθρώπου χόρτον τινὰ προβάλλοντος ... ήσεως Σωκράτει καί, πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλ' ἴσως ἂν ἐπὶ τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν.