I C 508

I C 508 ATHEN. XIV 643 E-F:
πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω [.....] ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ 〈ὑπ'〉 Ἀλκιβιάδου πεμφθέντος Σωκράτει˙ ὃν Ξανθίππης κατακλασάσης ὁ Σωκράτης "οὐκοῦν," ἔφη, "οὐδὲ σὺ μεθέξεις τούτου." τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ Περὶ ὀργῆς [fr. 65 S.V.F. III p. 257] "ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ περιεῖδον" τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. cf. AELIAN. var. hist. XI 12.