[44] ἕτερον δέ (A. Pal. VII. 61)˙

γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος,
ψυχὴ δ' ἀθάνατον τάξιν ἔχει μακάρων
υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

καὶ ἄλλο νεώτερον (A. Pal. VII. 62)˙

αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ,
ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
- ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει.

[44] ἕτερον δέ˙

γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος,
ψυχὴ δ' ἀθάνατον τάξιν ἔχει μακάρων
υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

καὶ ἄλλο νεώτερον˙

αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ,
ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
-ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει.

[44] Ἕτερον δέ˙

[21915] Γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος,
ψυχὴ δ' ἀθάνατον τάξιν ἔχει μακάρων
υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

[2201] Καὶ ἄλλο νεώτερον˙

Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; Ἦ τινος, εἰπέ,
ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
-Ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
[2205] εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει.